Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.146 Dem. 20.148 (English) >>Dem. 20.151

20.147οἱ νόμοι δʼ οὐκ ἐῶσι δὶς πρὸς τὸν αὐτὸν περὶ τῶν αὐτῶν οὔτε δίκας οὔτʼ εὐθύνας οὔτε διαδικασίαν οὔτʼ ἄλλο τοιοῦτʼ οὐδὲν εἶναι. χωρὶς δὲ τούτων ἀτοπώτατον ἂν πάντων συμβαίη, εἰ τότε μὲν τὰ Χαβρίου παρʼ ὑμῖν ἔργα μεῖζον ἴσχυε τῶν Λεωδάμαντος λόγων, ἐπειδὴ δὲ ταῦτά θʼ ὑπάρχει καὶ τὰ τῶν ἄλλων εὐεργετῶν προσγέγονεν, τηνικαῦτα σύμπαντα ταῦτʼ ἀσθενέστερα τῶν τούτου λόγων γένοιτο. 20.148καὶ μὴν πρός γʼ Ἀριστοφῶντα πολλὰ καὶ δίκαιʼ ἂν ἔχειν εἰπεῖν οἶμαι. οὗτος εὕρετο τὴν δωρειὰν παρʼ ὑμῖν, ἐν τοῦτʼ ἐνῆν. καὶ οὐ τοῦτʼ ἐπιτιμῶ· δεῖ γὰρ ἐφʼ ὑμῖν εἶναι διδόναι τὰ ὑμέτερʼ αὐτῶν οἷς ἂν βούλησθε. ἀλλʼ ἐκεῖνό γʼ οὐχὶ δίκαιον εἶναί φημι, τὸ ὅτε μὲν τούτῳ ταῦτʼ ἔμελλεν ὑπάρχειν λαβόντι, μηδὲν ἡγεῖσθαι δεινόν, ἐπειδὴ δʼ ἑτέροις δέδοται, τηνικαῦτʼ ἀγανακτεῖν καὶ πείθειν ὑμᾶς ἀφελέσθαι. 20.149καὶ μὴν καὶ Γελάρχῳ πέντε τάλαντʼ ἀποδοῦναι γέγραφʼ οὗτος ὡς παρασχόντι τοῖς ἐν Πειραιεῖ τοῦ δήμου, καὶ καλῶς ἐποίει. μὴ τοίνυν μὲν ἦν ἀμάρτυρα, ταῦτʼ ἐπὶ τῇ τοῦ δήμου προφάσει διὰ σοῦ δεδόσθω, ὧν δʼ αὐτὸς δῆμος μαρτυρίας ἔστησεν ἐν τοῖς ἱεροῖς ἀναγράψας καὶ πάντες συνίσασιν, ταῦτʼ ἀφελέσθαι παραίνει· μηδʼ αὑτὸς φαίνου τά τʼ ὀφειλόμενʼ ὡς ἀποδοῦναι δεῖ γράφων, καὶ τις παρὰ τοῦ δήμου κεκόμισται, ταῦτʼ ἀφελέσθαι παραινῶν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.146 Dem. 20.148 (English) >>Dem. 20.151

Powered by PhiloLogic